Ancient Greek · ~1 min
Section 35
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 35
Not analysed yet
καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι· τὴν δὲ γυναῖκʼ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρʼ ὑμῶν δωρεᾶς, εἶθʼ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλʼ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται;