Ancient Greek · ~1 min
Section 36
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 36
Not analysed yet
καίτοι τούτῳ μὲν αὐτὸ τοῦτʼ ἀγαπητὸν ἦν, τὸ τῆς δεσποίνης ἀξιωθῆναι· τῷ πατρὶ δʼ οὐδὲ λαμβάνοντι τοσαῦτα χρήματα, ὅσα φασὶ διδόνθʼ οὗτοι, εὔλογον ἦν πρᾶξαι ταῦτα. ἀλλʼ ὅμως ἃ τοῖς εἰκόσι, τοῖς χρόνοις, τοῖς πεπραγμένοις ἐξελέγχεται ψευδῆ, ταῦτα μαρτυρεῖν οὐκ ὤκνησεν οὑτοσὶ Στέφανος.