Ancient Greek · ~1 min
Section 48
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 48
Not analysed yet
ὅτι δʼ οὐδʼ ὑμεῖς ἐθέλοιτʼ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε τότε ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν. ἀλλʼ οὐδέτερόν γε δίκαιον τούτων οὐδʼ ἂν εἷς φήσειεν εἶναι, ἀλλʼ ὃ ἐγὼ προκαλοῦμαι νῦν. σκοπεῖτε δʼ ἀκούσαντες.