Ancient Greek · ~1 min
Section 49
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 49
Not analysed yet
ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μʼ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δʼ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι. εἰ δʼ ὅταν μὲν τὴν δίκην εἰσίω, τὰς μαρτυρίας μʼ ἐλέγχειν ἀξιώσουσιν, ὅταν δὲ ταύταις ἐπεξίω, περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν, οὔτε δίκαιʼ οὔθʼ ὑμῖν συμφέροντʼ ἐροῦσιν.