Ancient Greek · ~1 min
Section 50
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 50
Not analysed yet
δικάσειν γὰρ ὀμωμόκαθʼ ὑμεῖς οὐ περὶ ὧν ἂν ὁ φεύγων ἀξιοῖ, ἀλλʼ ὑπὲρ αὐτῶν ὧν ἂν ἡ δίωξις ᾖ. ταύτην δʼ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι, ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα. μὴ δὴ τοῦτʼ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω· μηδʼ ὑμεῖς ἐᾶτε, ἂν ἄρʼ οὗτος ἀναισχυντῇ.