Ancient Greek · ~1 min
Section 52
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 52
Not analysed yet
χωρὶς δὲ τούτων ἄτοπον, πάντων τὰ ψευδῆ μαρτυρησάντων, τίς μάλιστʼ ἔβλαψεν ἀποφαίνειν, ἀλλʼ οὐχ ὡς αὐτὸς ἕκαστος ἀληθῆ μεμαρτύρηκε δεικνύναι. οὐ γάρ, ἂν ἕτερον δείξῃ δεινότερʼ εἰργασμένον, ἀποφεύγειν αὐτῷ προσήκει, ἀλλʼ ἂν αὐτὸς ὡς ἀληθῆ μεμαρτύρηκεν ἀποφήνῃ.