Ancient Greek · ~1 min
Section 53
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 53
Not analysed yet
ἐφʼ ᾧ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ ἀπολωλέναι δίκαιός ἐστιν οὑτοσὶ Στέφανος, τοῦτʼ ἀκούσατέ μου. δεινὸν μὲν γάρ ἐστιν εἰ καὶ καθʼ ὅτου τις οὖν τὰ ψευδῆ μαρτυρεῖ, πολλῷ δὲ δεινότερον καὶ πλείονος ὀργῆς ἄξιον εἰ κατὰ τῶν συγγενῶν· οὐ γὰρ τοὺς γεγραμμένους νόμους ὁ τοιοῦτος ἄνθρωπος μόνον, ἀλλὰ καὶ τὰ τῆς φύσεως οἰκεῖʼ ἀναιρεῖ.