Ancient Greek · ~2 min
Section 8
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 8
Not analysed yet
λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν καὶ ἀνάγνωθί μοι, ἵνʼ ἐξ αὐτῆς ἐπιδεικνύω. λέγε· σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. ΜΑΡΤΥΡΙΑ. στέφανος Μενεκλέους Ἀχαρνεύς, Ἔνδιος Ἐπιγένους Λαμπτρεύς, Σκύθης Ἁρματέως Κυδαθηναιεὺς μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ Ἀχαρνεῖ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὸ γραμματεῖον ὃ ἐνεβάλετο Φορμίων εἰς τὸν ἐχῖνον, ἀνοίγειν τὰς διαθήκας τὰς Πασίωνος, ἃς παρεῖχε πρὸς τὸν διαιτητὴν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής· Ἀπολλόδωρον δὲ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δὲ τάδε ἀντίγραφα τῶν διαθηκῶν τῶν Πασίωνος.