Ancient Greek · ~1 min
Section 9
Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 9
Not analysed yet
ἠκούσατε μὲν τῆς μαρτυρίας, ὦ ἄνδρες δικασταί, νομίζω δʼ ὑμᾶς, εἰ καὶ μηδὲν τῶν ἄλλων αἰσθάνεσθέ πω, τοῦτό γʼ αὐτὸ θαυμάζειν, τὸ τὴν μὲν ἀρχὴν τῆς μαρτυρίας εἶναι πρόκλησιν, τὴν δὲ τελευτὴν διαθήκην. οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαι δεῖν, ἐπειδάν, ὃ τῶν μεμαρτυρημένων ὡσπερεὶ κεφάλαιόν ἐστιν, ἐπιδείξω ψεῦδος ὄν, τηνικαῦτʼ ἤδη καὶ περὶ τῶν τοιούτων ποιεῖσθαι τοὺς λόγους.