Ancient Greek · ~1 min
Section 13
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 13
Not analysed yet
οὕτω τοίνυν οὗτός ἐστιν σοφιστὴς καὶ σφόδρʼ ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος, ὥστε ψευδομαρτυρίων διώκων, καὶ περὶ τούτου τὴν ψῆφον ὑμῶν μελλόντων οἴσειν καὶ ὀμωμοκότων, περὶ τῆς μαρτυρίας μὲν ἔφευγε τὴν βάσανον, περὶ οὗ μάλιστα προσῆκεν αὐτῷ τὸν λόγον ποιεῖσθαι, περὶ δʼ ἄλλων φησὶν ἐξαιτεῖν, ψευδόμενος.