Ancient Greek · ~2 min
Section 14
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 14
Not analysed yet
καίτοι πῶς οὐχ ὑπερφυές, αὑτὸν μὲν δεινὰ πεπονθέναι φάσκειν, εἰ τὸν ἐλεύθερον ἐξαιτῶν, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω, μὴ παρέλαβεν, τοὺς δὲ μάρτυρας οὐ δεινὰ πάσχειν νομίζειν, τὸν ὁμολογουμένως δοῦλον περὶ ὧν ἐμαρτύρησαν ἐκδιδόντος, οὐκ ἐθέλοντος τούτου παραλαβεῖν; οὐ γὰρ δὴ τοῦτό γʼ ἔνεστιν εἰπεῖν, ὡς περὶ μὲν τινῶν ὧν αὐτὸς βούλεται σαφὴς ἡ βάσανος, περὶ δʼ αὖ τινῶν οὐ σαφής.