Ancient Greek · ~1 min
Section 19
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 19
Not analysed yet
ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ;