Ancient Greek · ~1 min
Section 18
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 18
Not analysed yet
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρʼ αὐτούς. ΜΑΡΤΥΡΕΣ.