Ancient Greek · ~3 min
Section 2
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 2
Not analysed yet
οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τινʼ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλʼ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δʼ ἔλεον. καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότʼ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδʼ ἂν οὕτως, τὰ παρʼ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δʼ ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα.