Ancient Greek
Section 3
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 3
Not analysed yet
νῦν δὲ τοὐναντίον ἐστίν· οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδʼ ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δʼ ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματʼ ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδʼ ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματʼ ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδʼ ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν. ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τινʼ ἀνεπιείκειαν καταγνοίητε.