Ancient Greek · ~2 min
Section 22
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 22
Not analysed yet
τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δʼ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. οἶδʼ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν διʼ ἀπορίαν ἐπαιρομένους ἢ διʼ ἑταιρίαν ἢ καὶ διʼ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι.