Ancient Greek · ~2 min
Section 23
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 23
Not analysed yet
τούτων τοίνυν οὐδὲ διʼ ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες. οὔτε γὰρ ἑταιρίᾳ (πῶς γάρ; οἵ γε μήτʼ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθʼ ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλʼ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν), οὔτʼ ἔχθρᾳ τούτου· φανερὸν γὰρ καὶ τοῦτʼ ἔστιν· ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δʼ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δʼ οὔτε φίλος οὔτʼ ἐχθρός, ὥστʼ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν.