Ancient Greek · ~2 min
Section 26
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 26
Not analysed yet
καὶ πρὸς τούτοις ἡ μήτηρ κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, διʼ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρʼ ἡνίκʼ ἐτελεύτα, καὶ νομίζεσθαι παρʼ ἡμῖν τοῦτον ἐλεύθερον· ἣν μηδεὶς ὑμῶν νομιζέτω καθʼ ἡμῶν ποτʼ ἂν ὀμνύναι ταῦτʼ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκʼ ὀμουμένη. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτʼ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ.