Ancient Greek · ~1 min
Section 27
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 27
Not analysed yet
τοσαῦτα τοίνυν δίκαια λέγειν ἐχόντων ἡμῶν καὶ καταφεύγειν εἰς τοὺς μεγίστους ἐλέγχους ἐθελόντων περὶ τῶν μεμαρτυρημένων, πάντα ταῦτα φυγὼν οὗτος οἴεται, περὶ τῆς γεγενημένης δίκης διαβάλλων καὶ κατηγορῶν ἐμοῦ, τοῦ μάρτυρος ὑμᾶς πείσειν καταψηφίσασθαι, πάντων οἶμαι πρᾶγμα κατασκευάσας ἀδικώτατον καὶ πλεονεκτικώτατον.