Ancient Greek
Section 5
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 5
Not analysed yet
ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότʼ εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτʼ ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις τοὺς ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντʼ ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δʼ οὐδὲν ὑγιὲς εἴρηκεν. ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς ῥᾷστʼ ἂν μάθοιτε κἀγὼ τάχιστʼ ἂν διδάξαιμι.