Ancient Greek · ~1 min
Section 6
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 6
Not analysed yet
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων. γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθʼ ὅσʼ ἡμῖν κατελείφθη χρήματʼ ἀπεστερηκότα τοῦτον μετʼ ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος.