Ancient Greek · ~2 min
Section 54
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 54
Not analysed yet
οὐ τοίνυν ἐγὼ μὲν ταῦθʼ ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλʼ ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατʼ ἐκείνων. ὁ δʼ οὔτʼ ἐκείνοις οὔτʼ ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλʼ ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν. λάβʼ οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.