Ancient Greek · ~1 min
Section 55
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 55
Not analysed yet
πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς; οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντʼ οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων· αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, ἅ φησιν εἶναι ψευδῆ·