Ancient Greek
Section 56
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 56
Not analysed yet
τοῦτον αὐτὸν ταὐτὰ τοῖς μάρτυσιν οὓς διώκει μεμαρτυρηκότα μοι κατὰ Δήμωνος, ὄντος αὐτῷ θείου καὶ συνεπιτρόπου· τὰς θεραπαίνας οὐκ ἐθελήσανθʼ ὑπὲρ τοῦ τὸν ἄνθρωπον ἐλεύθερον εἶναι βασανίζειν· τὴν μητέρα τὴν ἐμαυτοῦ πίστιν περὶ τούτων ἐπιθεῖναι καθʼ ἡμῶν ἐθέλουσαν· τῶν ἄλλων οἰκετῶν οὐκ ἐθέλοντα τοῦτον παραλαμβάνειν οὐδένα, τῶν πάντʼ εἰδότων μᾶλλον ἢ Μιλύας· τῶν μαρτύρων οἳ κατεμαρτύρουν χρήματʼ ἔχειν αὐτόν, οὐδενὶ τῶν ψευδομαρτυρίων ἐπεσκημμένον·