Ancient Greek
Section 7
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 7
Not analysed yet
τεκμήριον δὲ μέγιστον· μαρτυριῶν γὰρ πλέον ἢ πάνυ πολλῶν τῶν ἁπασῶν ἀναγνωσθεισῶν ἐπὶ τῇ δίκῃ, καὶ τούτων τῶν μὲν ὡς ἔδοσάν τι τούτῳ τῶν ἐμῶν καταμαρτυρουσῶν, τῶν δʼ ὡς παρῆσαν κομιζομένῳ, τῶν δʼ ὡς πριάμενοι παρὰ τούτου τούτῳ τὰς τιμὰς διέλυσαν, οὐδʼ ᾗ τινι τούτων τῶν ψευδομαρτυρίων ἐπεσκήψατο, οὐδὲ τετόλμηκεν διώκειν ἀλλʼ ἢ ταύτην μίαν οὖσαν, ἐν ᾗ δραχμὴν οὐκ ἂν ἔχοι δεῖξαι μεμαρτυρημένην.