Ancient Greek · ~1 min
Section 69
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 69
Not analysed yet
ἵνʼ οὖν, εἰ καὶ μηδὲν ἄλλο, ταύτην γε ἔχωμεν παραψυχήν, τὸ καὶ τοῦτον ὁρᾶν ἡσυχίαν ἄγοντα, βοηθήσαθʼ ἡμῖν, ἐλεήσατε τοὺς ὑπὲρ τῆς πατρίδος ἡμῶν τετελευτηκότας, ἀναγκάσατʼ αὐτὸν ὑπὲρ αὐτῆς τῆς ἐνδείξεως ἀπολογεῖσθαι, καὶ τοιοῦτοι γένεσθʼ αὐτῷ δικασταὶ τῶν λεγομένων οἷος ἡμῶν οὗτος ἐγένετο κατήγορος,