Ancient Greek · ~1 min
Section 70
Demosthenes, ἔνδειξις κατὰ Θεοκρίνου 70
Not analysed yet
ὃς ἐξαπατήσας τοὺς δικαστὰς οὐκ ἠθέλησε τιμήσασθαι μετρίου τινὸς τιμήματος τῷ πατρὶ τῷ ἐμῷ, πολλὰ ἐμοῦ δεηθέντος καὶ τοῦτον ἱκετεύσαντος πρὸς τῶν γονάτων, ἀλλʼ ὥσπερ τὴν πόλιν προδεδωκότι τῷ πατρὶ δέκα ταλάντων ἐτιμήσατο. δεόμεθʼ οὖν ὑμῶν, ἀντιβολοῦμεν, τὰ δίκαια ψηφίζεσθε. βοήθησον ἡμῖν ὁ δεῖνα, εἴ τι ἔχεις, καὶ σύνειπε. ἀνάβηθι.