Ancient Greek · ~1 min
Section 25
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 25
Not analysed yet
οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.