Ancient Greek · ~1 min
Section 26
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 26
Not analysed yet
ἐγὼ δʼ ἐάσω ταῦτα. ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;