Ancient Greek · ~2 min
Section 37
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 37
Not analysed yet
λοιπὸν ἡγοῦμαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλʼ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν. λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τʼ ἠντεδίκει καὶ ὑπώμνυθʼ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτʼ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν·