Ancient Greek · ~2 min
Section 38
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 38
Not analysed yet
ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας. καίτοι ἐξ ἀρχῆς τʼ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως ἂν εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι; ὡς δὲ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί. ΑΝΤΙΛΗΞΙΣ. ΕΓΚΛΗΜΑ.