Ancient Greek · ~1 min
Section 40
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 40
Not analysed yet
ἀλλὰ μὴν ὧν γʼ ἂν μὴ ὦσι νόμοι, γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκατε, ὥστʼ εἰ μηδεὶς ἦν περὶ τούτων κείμενος νόμος, κἂν οὕτω δικαίως πρὸς ἐμοῦ τὴν ψῆφον ἔθεσθε. τίς γάρ ἐστιν ὑμῶν ὅστις ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν τέθειται δυοῖν; τίς δʼ, ᾧ μήπω παῖδες εἰσί, θήσεται;