Ancient Greek · ~1 min
Section 41
Demosthenes, πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος 41
Not analysed yet
οὐδεὶς δήπου. οὐκοῦν ὃ δίκαιον τῇ γνώμῃ τοῖς ὑμετέροις αὐτῶν παισὶν ὑπειλήφατε, τοῦτο καὶ περὶ ἡμῶν εὐσεβὲς γνῶναι. ὥστε καὶ κατὰ τὴν δικαιοτάτην γνώμην καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὴν τούτου προσομολογίαν ἐγὼ μὲν μέτριʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δέομαι καὶ δίκαιʼ ἀξιῶ, οὗτος δʼ οὐ μόνον οὐ μέτρια, ἀλλʼ οὐδʼ εἰωθότα γίγνεσθαι.