Ancient Greek
Section 8
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 8
Not analysed yet
τὴν μὲν τοίνυν μητέρα τὴν ἐμὴν οὕτως ὁ πατήρ μου γήμας εἶχε γυναῖκα ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἐμέ τε ἐπαίδευεν καὶ ἠγάπα, ὥσπερ καὶ ὑμεῖς ἅπαντες τοὺς ὑμετέρους παῖδας ἀγαπᾶτε. τῇ δὲ τούτων μητρὶ Πλαγγόνι ἐπλησίασεν ὅντινα δή ποτʼ οὖν τρόπον· οὐ γὰρ ἐμὸν τοῦτο λέγειν ἐστίν.