Ancient Greek
Section 9
Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 9
Not analysed yet
καὶ οὕτως οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος, ὥστε οὐδὲ τῆς μητρὸς τῆς ἐμῆς ἀποθανούσης ἠξίωσεν αὐτὴν εἰς τὴν οἰκίαν παρʼ ἑαυτὸν εἰσδέξασθαι, οὐδὲ τούτους, ὡς υἱεῖς εἰσιν αὑτοῦ, πεισθῆναι· ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθʼ αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθʼ ὧν οὗτος ἐδικάζετό