Ancient Greek · ~2 min
Section 14
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 14
Not analysed yet
οὐδὲ τοῦτʼ οἶμαι. ταῦτα τοίνυν ἀμφότερʼ, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· καὶ γὰρ τὰ δένδρα πεφύτευται πρότερον ἢ τὸν πατέρα περιοικοδομῆσαι τὴν αἱμασιάν, καὶ τὰ μνήματα παλαιὰ καὶ πρὶν ἡμᾶς κτήσασθαι τὸ χωρίον γεγενημένʼ ἐστίν. καίτοι τούτων ὑπαρχόντων τίς ἂν ἔτι λόγος ἰσχυρότερος, ὦ ἄνδρες Ἀθηναῖοι, γένοιτο; τὰ γὰρ ἔργα φανερῶς ἐξελέγχει. καί μοι λαβὲ πάσας νυνὶ τὰς μαρτυρίας, καὶ λέγε. ΜΑΡΤΥΡΙΑΙ.