Ancient Greek
Section 15
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 15
Not analysed yet
ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν μαρτυριῶν. ἆρʼ ὑμῖν δοκοῦσι διαρρήδην μαρτυρεῖν, καὶ χωρίον εἶναι δένδρων μεστὸν καὶ μνήματʼ ἔχειν τινὰ καὶ τἄλλʼ ἅπερ καὶ τοῖς ἄλλοις χωρίοις συμβέβηκεν, καὶ πάλιν ὅτι περιῳκοδομήθη τὸ χωρίον ζῶντος μὲν ἔτι τοῦ τούτων πατρός, οὐκ ἀμφισβητούντων δʼ οὔτε τούτων οὔτʼ ἄλλου τῶν γειτόνων οὐδενός;