Ancient Greek · ~1 min
Section 16
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 16
Not analysed yet
ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν εἴρηκε Καλλικλῆς ἀκοῦσαι. καὶ σκέψασθε πρῶτον μέν, εἴ τις ὑμῶν ἑόρακεν ἢ ἀκήκοεν πώποτε παρʼ ὁδὸν χαράδραν οὖσαν. οἶμαι γὰρ ἐν πάσῃ τῇ χώρᾳ μηδεμίαν εἶναι· τοῦ γὰρ ἕνεκʼ ἄν, ὃ διὰ τῆς ὁδοῦ τῆς δημοσίας ἔμελλεν βαδιεῖσθαι φερόμενον, τούτῳ διὰ τῶν ἰδίων χωρίων χαράδραν ἐποίησέν τις;