Ancient Greek · ~1 min
Section 33
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 33
Not analysed yet
εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, τοὺς ἐπιβουλεύοντας καὶ συκοφαντοῦντας δεῖ πλέον ἔχειν, οὐδὲν ἂν ὄφελος εἴη τῶν εἰρημένων· εἰ δʼ ὑμεῖς τοὺς μὲν τοιούτους μισεῖτε, τὰ δὲ δίκαια ψηφίζεσθε, μήτʼ ἀπολωλεκότος Καλλικλέους μηδὲν μήτʼ ἠδικημένου μήθʼ ὑπὸ Καλλάρου μήθʼ ὑπὸ τοῦ πατρός, οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.