Ancient Greek · ~1 min
Section 34
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 34
Not analysed yet
ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ πρότερον ἐπιβουλεύων μου τοῖς χωρίοις τὸν ἀνεψιὸν κατεσκεύασεν, καὶ νῦν τὴν ἑτέραν αὐτὸς κατεδιῃτήσατο Καλλάρου ταύτην τὴν δίκην, ἐπηρεάζων ἐμοὶ διότι τὸν ἄνθρωπον περὶ πολλοῦ ποιοῦμαι, καὶ Καλλικράτης Καλλάρῳ πάλιν εἴληχεν ἑτέραν, ἁπάντων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.