Ancient Greek · ~1 min
Section 7
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 7
Not analysed yet
ἀλλʼ ἀπέφαινεν ἂν ἐκεῖνος εἰδὼς ἀκριβῶς ὅπως εἶχεν ἕκαστα τούτων, καὶ τοὺς ῥᾳδίως τούτους μαρτυροῦντας ἐξήλεγχεν. ἀνθρώπου δʼ οἶμαι τηλικούτου καὶ ἀπείρου πραγμάτων ἅπαντες καταπεφρονήκατέ μου. ἀλλʼ ἐγὼ πρὸς ἅπαντας τούτους, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς αὐτῶν πράξεις ἰσχυροτάτας μαρτυρίας παρέχομαι. διὰ τί γὰρ οὐδεὶς οὔτʼ ἐπεμαρτύρατʼ οὔτʼ ἐνεκάλεσεν, ἀλλʼ οὐδʼ ἐμέμψατο πώποτε, ἀλλʼ ἐξήρκει ταῦτʼ αὐτοῖς ἠδικημένοις περιορᾶν;