Ancient Greek
Section 8
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 8
Not analysed yet
ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτʼ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν· ἵνα δʼ εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθʼ ὁ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντʼ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν. τὸ μὲν γὰρ χωρίον ὁμολογεῖται καὶ παρʼ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι·