Ancient Greek · ~1 min
Section 9
Demosthenes, πρὸς Καλλικλέα περὶ χωρίου βλάβης 9
Not analysed yet
τούτου δʼ ὑπάρχοντος, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτʼ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι. διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις. ἀλλʼ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν· δῆλον δʼ ὑμῖν καὶ τοῦτʼ αὐτίκʼ ἔσται πᾶσιν. ἀλλὰ προσέχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν.