Ancient Greek
2 to 7
DERCYLUS (ARGIVUS), Fragmenta 2-7
Not analysed yet
Οἱ δὲ περὶ Δεινίαν (fr. 6) καὶ Δέρκυλόν φασιν ἀκούσιον τὸν φόνον γενέσθαι. Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος sc. Ilium captum esse stauunt. Δέρκυλλος Θηβαίου τινὸς, Δράκοντος τοὔνομα, βασιλέως δὲ Θηβαίων, θυγατέρα τὴν Ἁρμονίαν εἶναί φησιν, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος δὲ κ. τ. λ. (Eph. fr. 12) . . . Δημαγόρας δὲ κ. τ. λ. (v. fr.) . Γεννᾶται ἐν αὐτῷ (Ἄχελώῳ) βοτάνη ἡ μύωψ προσαγορευομένη· ἣν ἐάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλει τὴν ὅρασιν, Ἄρτεμιν δ ̓ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ’ Αἰτωλικῶν. Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων δι ̓ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς, καὶ τούς [γε] ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος ἐν τρίτῳ Ἰταλικῶν. Ἐν Ἰλίῳ τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ διοπετὲς ἥρπασε παλλάδιον, καὶ ἐτυφλώθη· οὐ γὰρ ἐξὸν ὑπ ̓ ἀνδρὸς βλέπεσθαι· ὕστερον δ ̓ ἐξιλασάμενος ἀνέβλεψεν· ὡς Δέρκυλλος ἐν πρώτῳ Κτίσεων.