Ancient Greek
Dfhg-Source dfhg4_DERCYLUS_ARGIVUS
DERCYLUS (ARGIVUS), Fragmenta 8
Not analysed yet
Ἀλεξάνδρου τοῦ Μακεδόνος μετὰ στρατεύματος εἰς Ἰνδίαν ἐλθόντος, καὶ τῶν ἐνχωρίων δρίσιν ἐχόντων ἀντιπολεμεῖν αὐτῷ, Πώρου τοῦ βασιλέως τῶν τόπων ἐλέφας αἰφνιδίως οἰστροπλὴξ γενόμενος, ἐπὶ τὸν Ἡλίον λόφον ἀνέβη, καὶ ἀνθρωπίνῃ φωνῇ χρησάμενος εἶπεν· Δέσποτα βασιλεῦ, τὸ γένος ἀπὸ Γηγασίου κατάγων, μηδὲν ἐξ ἐναντίας Ἀλεξάνδρου ποιήσῃς· Διὸς γάρ ἐστι Γηγάσιος. Καὶ τελέσας τὸν λόγον ἔθανεν. Ἀκούσας δὲ τούτων ὁ Πῶρος, ψοφοδεὴς τοῦ Ἀλεξάνδρου γόνασι προσέπεσεν, εἰρήνην αἰτούμενος· τυχὼν δὲ ὧν ἤθελε, τὸ ὄρος Ἐλέφαντα μετωνόμασεν· καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ’ Περὶ ὀρῶν.