Ancient Greek
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 1-2
Not analysed yet
Ἄρχεται δὲ (sc. Δέξιππος) ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ ̓ αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελφὸν Ἀλεξάνδρου τὸν Ἀριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισσαίας τῷ Φιλίππῳ γεγενημένος, ἡ τῶν Μακεδόνων ἀρχὴ περιέστη εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα καταλέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περδίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν. Διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενεμήθη ἀρχή. Τὰ μὲν οὖν τῆς Ἀσίας οὕτω· Πτολεμαῖος ὁ Λάγου Αἰγύπτου πάσης καὶ Αιβύης καὶ τῆς ἐπέκεινα γῆς, ὁπόση Αἰγύπτῳ συνάπτει, ἄρχειν ἐτάχθη· ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ τῇ σατραπείᾳ ταύτῃ τεταγμένος Κλεομένης ὕπαρχου Πτολεμαίῳ ἀποκατέστη. Λαομέδων δὲ ὁ Μυτιληναῖος Σύρων ἡγεῖσθαι ἀπεφάνθη, καὶ Φιλώτας μὲν Κιλικίας, Πίθων δὲ Μηδίας, Εὐμένης δὲ Καππαδοκίας τε καὶ Παφλαγονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον πόντον κατιόντων μέχρι καὶ εἰς Τραπεζοῦντα, Ἀντίγονός δὲ Παμφυλίων καὶ Κιλίκων μέχρι φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ Λυδῶν, Λεώνατος δὲ τῆς ἐφ ̓ Ἑλλησπόντῳ Φρυγίας. Καὶ τῶν μὲν Ἀσιανῶν οὕτω· τῶν δ ̓ Εὐρωπαίων Φρᾴκης μὲν καὶ Χερρονήσου Λυσίμαχος, Ἀντίπατρος δὲ ἐπὶ πᾶσι. Μακεδόσι καὶ Ἕλλησι καὶ Ἰλλυρίοις καὶ Τριβαλλοῖς καὶ Ἀγριᾶσι καὶ ὅσα τῆς Ἠπείρου ἐξέτι Ἀλεξάνδρου στρατηγὸς αὐτοκράτωρ ἐτέτακτο. Τὴν δὲ κηδεμονίαν καὶ ὅση προστασία τῆς βασιλείας Κράτερος ἐπετράπη, καὶ ὅση προστασία τῆς βασιλείας Κράτερος ἐπετράπη, ὅ δὴ πρώτιστον τιμῆς τέλος παρὰ Μακεδόσι· Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλιαρχίαν. Ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶρος καὶ Ταξίλης· ἀλλ ̓ ὁ μὲν Πῶρος οἶ ἐν μέσῳ Ἰνδοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν. Πίθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο, πλὴν Παροπαμισαδῶν. Οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξάνης πατὴρ, εἰς ἀρχὴν ἀπενεμήθησαν· ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέξανδρον ἔθεντο. Ἀραχωσίων δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δράγγων ἡγεῖτο. Φιλίππου δὲ ἦν ἀρχὴ Σογδιανοὶ καὶ Ῥαδαφέρνους (1. Φρ; ταφέρνους) Καρμανία. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. Τὴν δὲ Σογδιανῶν βασιλείαν Ὀρώπιος (?)εἶχεν, οὐ πάτριον ἔχων ἀρχὴν, ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν, ἐπαναστάσεως αἷτίαν φεύγοντι, παραλυθῆναι τῆς ἀρχῆς, τότε κοινῶς (ἐκεῖνος̣) αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου, τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε. Τοσόσδε ἀριθμὸς ἐθνῶν τε καὶ ἐθνεσιν ἀρχόντων ἦν, ὅτε Πεδίκκας μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τὰς ἀρχὰς ἔνειμε. Καὶ τὰ ἄλλα διέξεισιν ἐν πολλοῖς, ὡς κἂν τούτοις. Ἀρριανῷ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων.