Ancient Greek
5 to 6
DEXIPPUS ATHENIENSIS, Fragmenta 5-6
Not analysed yet
Δέξιππος ὁ φιλόσοφος, μύστης ὣν Ἰαμβλίχου πολλὰ μὲν συνεγράψατο καὶ ἕτερα βιβλία, ὦν τῷ ἑνὶ ἐνέτυχον τῷ εἰς Κατηγορίας· ἔγραψε δὲ καὶ Σκυθικὰ, ἃ μέχρι νῦν οὐκ οἰδα, καὶ ἕτερα ὡς εἴρηκα· μόνον τὸ ἓν ἀνέγνων. Τοὺς χρόνους (τοῦ Πορφυρίου βίου) ἐς Γαλλιηνὸν καὶ Κλαύδιον εἰκάζειν συνέβαινεν, Τάκιτόν τε καὶ Αὐρηλιανὸν καὶ Πρόβον· καθ ̓ οὓς ἦν καὶ Δέξιππος ὁ τὴν Χρονικὴν ἱστορίαν συγγράψας, ἀνὴρ ἁπάσης παιδείας τε καὶ δυνάμεως λογικῆς ἀνάπλεως.