Ancient Greek
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 16
Not analysed yet
Σκύθαι περαιωθέντες οἱ λεγόμενοι Γότθοι τὸν Ἴστρον ποταμὸν ἐπὶ Δεκίου πλεῖστοι τὴν Ῥωμαίων ἐπικράτειαν κατενέμοντο. Οὗτοι τοὺς Μυσοὺς φεύγοντας εἰς Νικόπολιν περιέσχον· Δέκιος δὲ ἐπελθὼν αὐτοῖς, ὡς Δέξιππος ἱστορεῖ, καὶ τρισμυρίους κτείνας ἐλαττοῦται κατὰ τὴν μάχην, ὡς καὶ τὴν Φιλιππούπολιν ἀπολέσαι ληφθεῖσαν ὑπ ̓ αὐτῶν καὶ Θρᾷκας πολλοὺς ἀναιρεθῆναι. Ἐπανιοῦσι δὲ Σκύθαις ἐπὶ τὰ σφέτερα ὁ αὐτὸς Δέκιος ἐπιθέμενος ἀναιρεῖται ἐν Ἀβρύτῳ, τῷ λεγομένῳ φόρῳ Θεμβρωνίῳ, σὺν τῷ παιδὶ διὰ νυκτὸς ὁ θεομάχος. Οἵ τε Σκύθαι μετὰ πλείστων αἰχμαλώτων καὶ λαφύρων ἐπανέρχονται. Καὶ τὰ στρατόπεδα βασιλέα πάλαι τινὰ γενόμενον ὕπατον Γάλλον ἀναγορεύουσιν ἅμα Βολουσιανῷ τῷ Δεκίου παιδί· οἳ καὶ βασιλεύουσι, κατὰ Δέξιππον, μῆνας ιηʹ πράξαντες οὐδὲν ἀξιόλογον· κατὰ δὲ ἄλλους τινὰς ἔτη γʹ καὶ καθ ̓ ἑτέρους ἔτη βʹ.