Ancient Greek
3 to 8
DEXIPPUS ATHENIENSIS, Fragmenta 3-8
Not analysed yet
Ἡρακλειδῶν κάθοδος Ὕλλου τοῦ πρεσβυτέρου παιδὸς Ἡρακλέους ἡγουμένου τῆς κατὰ Πελοποννησίων μάχης, ἥτις ἐπεκράτησεν ἱκανοῖς ἔτεσι μεταξὺ Πελοποννησίων καὶ τῶν Ἡρακλειδῶν. Τότε Ῥόδος ἡ νῆσος οἰκίζεται παρὰ Λακεδαιμονίων, ὡς Δέξιππος (Ζεύξιππος Goar.) ἱστορεῖ, μετοικησάντων ἐκ Πελοποννήσου διὰ τὴν τῶν Ἡρακλεῖδῶν ἐπίθεσιν. Ἀλέξανδρος οὖν κʹ ἄγων ἔτος, κατὰ Δέξιππον, πᾶσαν ἄσκησιν ἠσκημένος σωματικὴν, αὐτοῦ τε γνησιώτατος Ἀριστοτέλους γεγονὼς τοῦ δαιμονιῶντος φοιτητὴς, ἐπὶ τὴν πατρῴαν παρῆλθε βασιλείαν. Ἐν τούτοις τοῖς χρόνοις (sc. Claudii imperatoris) ἐφάνη τὸ ὄρνεον ὁ Φοῖνιξ, καθὼς ἱστοροῦσιν Αἰγύπτιοι, πρὸ χνδ (χν δὲ codd. A B) ἐτῶν φανεὶς, ὡς καὶ Δέξιππος συμφωνεῖ. Δέξιππος δὲ ἐν Χρονικῶν ιʹ φησὶν οὕτω· «Καὶ Μακεδόνων τὴν μὲν Ἐπίδαμνον, εἰς ὕστερον δὲ Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα οὖσαν, κατὰ κράτος αἱροῦσιν. Σουκχαῖοι, ἔθνος Μαυρούσιον, ὡς Δέξιππος Χρονικῶν δεκάτῳ. Ἕλουροι, Σκυθικὸν ἔθνος, περὶ ὧν Δέξιππος ἐν Χρονικῶν ιβʹ.