Ancient Greek · ~11 min
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 18
Not analysed yet
Ἐκ τῶν Δεξίππου. Πολιορκία Μαρκιανουπόλεως. Μαρκιανούπολιν, τὸ δὲ ὄνομα Τραϊανοῦ τοῦ βασιλέως τὴν ἀδελφὴν ἐνδεδωκέναι τῇ πόλει λέγουσιν οἱ ἐγχώριοι· ταύτην δὴ οὖν τὴν πόλιν οἱ Σκύθαι ὡς δὴ κατὰ κράτος ἁλώσιμον εἶναι νομίσαντες, ἀπεῖχον μὲν τῆς εὐθὺ προσβολῆς, λίθους δὲ ὅτι πλείστους παρεφόρουν πρὸ τοῦ τειχίσματος, ὡς χύδην καὶ σωρηδὸν κατανενημένοις ἀφθόνως ὑπάρχειν χρῆσθαι· (2) ᾤοντο γὰρ φόνον τε πολὺν ἐπὶ τοῦ τείχους οὕτω συμβήσεσθαι, καὶ τῶν πολεμίων ἐν τῷ φυλάσσεσθαι μᾶλλον ἢ ἐν τῷ ἐπιχειρεῖν ὄντων, ῥᾳστώνῃ τὴν πόλιν αἱρήσειν. (3) Τοῖς δὲ ἐν τῷ ἄστει πάλαι τε παρεσκεύαστο ὅσα εἰς πολιορκίαν ἐπιτήδεια, καὶ Μάξιμος, ἀνὴρ γένος μὲν τῶν ἀπόρων μεταβου *φιλοσοφίᾳ δὲ ἄρα συζῶν, οὐ μόνον στρατηγοῦ, ἀλλὰ καὶ στρατιώτου ἀγαθοῦ ἔργα ἐν τῷ τότε ἕτοιμος ὢν ἐπιδείκνυσθαι, ἐπεθάρρυνέ τε ἑκάστους καὶ παρῄνει, (4) ὅτε δὴ ἐκ χειρὸς ἀκροβολίζοιντο οἱ πολέμιοι, τοῦ ἀμύνεσθαι ἀπεχομένους ὑπὸ ταῖς ἐπάλξεσιν ἱσταμένους ἔχειν σφῶν αὐτῶν φυλακὴν, τάς τε ἀσπίδας προῖσχομένους καὶ ὅσα δύναται στέγειν καὶ ἀποκρούεσθαι τὰς τῶν ἐναντίων βολάς. (5) Ὡς δὲ ἱκανῶς ἔχειν ἐδόκει τοῖς βαρβάροις τῆς τῶν λίθων παρασκευῆς, ἀθρόοι περιχυθέντες ἐν κύκλῳ τὸ τεῖχος, οἱ μὲν ἀκόντια μεθίεσαν, οἱ δὲ λίθοις ἠκροβολίζοντο τοὺς ἐπὶ τῶν ἐπάλξεων, καὶ συνεχείᾳ [ἐχρῶντο] τῶν μεθιεμένων, ὡς χαλάζῃ τῇ πυκνοτάτῃ προσεοικέναι κατὰ τὸ ἐπάλληλον τῆς φορᾶς. (6) Οἱ δὲ γε εἴσω τοῦ ἄστεως, σφάς τε αὐτοὺς κατὰ τὸ δυνατὸν καὶ τὸ τεῖχος ἐφύλασσον· ἀπεῖχον δὲ τοῦ ἀμύνεσθαι, ᾗπερ αὐτοῖς προσετέτακτο. (7) Ὡς δὲ ἐπ ̓ οὐδενὶ ἔργῳ λαμπρῷ ἥ τε τῶν λίθων ἐκενώθη τοῖς βαρβάροις παρασκευὴ, καὶ ὅσα ἐκ χειρὸς ἢ ἀπὸ τόξου ἀκόντια, ἥ τε ἐλπὶς αὐτοῖς τοῦ σὺν οὐδενὶ πόνῳ τὴν πόλιν αἱρήσειν ἀνάλωτο, ἀθυμίᾳ δὴ εἴχοντο, καὶ τῶν στρατηγῶν ἀνακαλεσάντων ἀπῄεσαν, οὐ πόρρω τῆς πόλεως τὴν στρατοπεδείαν ποιούμενοι· καὶ γὰρ ἦν τῆς ὥρας ἀμφὶ ἡλίου δυσμάς. (8) Διαλιπόντες δὲ ἡμέρας οὐ μάλα συχνὰς καὶ ἐπελθόντες αὖθις καὶ περιστάντες ἐν κύκλῳ τὸ τεῖχος ἠκροβολίζοντο· ὅτε δὴ Μάξιμος τοῖς ἐν τῷ ἄστει καιρὸν εἶναι τῆς ἐπιθέσεως ἐπηγγέλλετο. (9) Γίνεται δὴ οὕτω· καὶ ἀναθαρρήσαντες διὰ τὴν ἐν τῇ προτέρᾳ τῶν βαρβάρων ἄπρακτον ἀναχώρησιν, βοήν τε ἦραν καὶ λίθους καὶ ἀκόντια, ὡς εἶχον, μεθίεσαν· (10) οἱαδηοῦν πυκνῶν ἀλλήλοις ἐφεστηκότων τῶν βαρβάρων καὶ διὰ τὸ ἀπροσδόκητον τοῦ ἀντίπαλον ἂν σφίσιν ἄνωθέν τι ἀπαντῆσαι οὐκ ἐς τὸ ἀκριβὲς πεφραγμένων, [πρὸς δὲ καὶ ἀθρόαις ταῖς βολαῖς, καὶ ταῦτα ἐκ μετεώρου βαλλομένων,] καὶ διὰ τὸ πλῆθος τῶν ἐναντίων, οὐδὲ ἐθέλοντας ἦν ἁμαρτεῖν τοὺς ἀπὸ ἄστεως. (11) Βιαζόμενοι δὴ οὖν οἱ Σκύθαι καὶ μὴ ἀντιδρᾶν ἔχοντες τοὺς Μυσοὺς, διά τε τὰς ἐπάλξεις καὶ τὴν ἐκ τῶν θυρῶν καιροφυλακὴν, ἀπαγορεύοντες πρὸς τὰς πληγὰς, καὶ ὡς οὐκ ἦν αὐτοῖς περαιτέρω καρτερεῖν, ἀνεχώρησαν ἄπρακτοι.